Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.132 Dem. 21.135 (English) >>Dem. 21.139

21.134εἶτα, εἴ σʼ ἐπὶ τούτοις ἔσκωψεν Ἀρχετίων τις ἄλλος, πάντας ἤλαυνες; εἰ μὲν γὰρ ἐποίεις ταῦτʼ, Μειδία, σέ φασιν οἱ συνιππεῖς καὶ κατηγόρεις ὡς λέγοιεν περὶ σοῦ, δικαίως κακῶς ἤκουες· καὶ γὰρ ἐκείνους καὶ τουτουσὶ καὶ ὅλην τὴν πόλιν ἠδίκεις καὶ κατῄσχυνες. εἰ δὲ μὴ ποιοῦντός σου κατεσκεύαζόν τινες καταψευδόμενοί σου, οἱ δὲ λοιποὶ τῶν στρατιωτῶν οὐκ ἐκείνοις ἐπετίμων, ἀλλὰ σοὶ ἐπέχαιρον, δῆλον ὅτι ἐκ τῶν ἄλλων ὧν ἔζης ἄξιος αὐτοῖς ἐδόκεις εἶναι τοῦ τοιαῦτʼ ἀκούειν· σαυτὸν οὖν μετριώτερον ἐχρῆν παρέχειν, οὐκ ἐκείνους διαβάλλειν. 21.135σὺ δʼ ἀπειλεῖς πᾶσιν, ἐλαύνεις πάντας· τοὺς ἄλλους ἀξιοῖς τι σὺ βούλει σκοπεῖν, οὐκ αὐτὸς σκοπεῖς τι μὴ λυπήσεις τοὺς ἄλλους ποιῶν. καὶ τὸ δὴ σχετλιώτατον καὶ μέγιστον ἔμοιγε δοκοῦν ὕβρεως εἶναι σημεῖον· τοσούτων ἀνθρώπων, μιαρὰ κεφαλή, σὺ παρελθὼν ἁθρόων κατηγόρεις, τίς οὐκ ἂν ἔφριξε ποιῆσαι τῶν ἄλλων;

21.136τοῖς μὲν τοίνυν ἄλλοις ἅπασιν ἀνθρώποις ὁρῶ τοῖς κρινομένοις, ἄνδρες δικασταί, ἓν μὲν δύʼ ὄντα τἀδικήμαθʼ κατηγορεῖται, λόγους δʼ ἀφθόνους τοιούτους ὑπάρχονταςτίς ὑμῶν ἐμοί τι σύνοιδε τοιοῦτον; τίς ὑμῶν ἐμὲ ταῦθʼ ἑόρακε ποιοῦντα; οὐκ ἔστιν, ἀλλʼ οὗτοι διʼ ἔχθραν καταψεύδονταί μου, καταψευδομαρτυροῦμαι,” τὰ τοιαῦτα· τούτῳ δʼ αὖ τἀναντία τούτων.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.132 Dem. 21.135 (English) >>Dem. 21.139

Powered by PhiloLogic